Aeneas Tacticus 9.

 

 

 

 

9.

1. Ἄν δὲ θρασύνεσθαί τι ἐπιχειρῶσιν οἱ ἐπιόντες πρός σε, τάδε ποιητέον. πρῶτον μὲν χρὴ σώμασι τόπους τινὰς τῆς οἰκείας χώρας καταλαβεῖν, ἔπειτα ἐκκλησιάσαντα τοὺς αὑτοῦ στρατιώτας ἢ πολίτας ἄλλα τε προειπεῖν αὐτοῖς, ὡς ὑπαρχούσης τινὸς αὐτοῖς πράξεως εἰς τοὺς πολεμίους, καὶ ὅταν νυκτὸς σημάνῃ τῇ σάλπιγγι, ἑτοίμους εἶναι τοὺς ἐν τῇ ἡλικίᾳ, ἀναλαβόντας τὰ ὅπλα καὶ ἀθροισθέντας εἰς χωρίον ῥητὸν ἕπεσθαι τῷ ἡγουμένῳ. 2. διαγγελθέντων οὖν τούτων εἰς τὸ στρατόπεδον τῶν πολεμίων ἢ τὴν πόλιν, δύνασαι ἀποτρέψαι ὧν ἐπιχειρῶσι πράσσειν. 3. τούτων δὲ οὕτω πραχθέντων τοῖς μὲν φιλίοις θάρσος ἐμποιήσεις ἐπιχειρῶν τι ἀλλ̓ οὐ δεδιώς, τοῖς δὲ πολεμίοις φόβον ἐμπαρασκευάσεις, ὥστε ἐπὶ τῆς αὑτῶν ἠρεμεῖν.



Greek displayed in unicode using the extended character set. If the more complicated accents are not displayed properly, download the Gentium font (free, available here). Alternatively, you can display Greek as an image (button on the left, text will open in new window).

 

 

 

 

 

created 04/07/2017 - updated 04/07/2017