Aeneas Tacticus 23.
|
|
|
|
23. Ἐπέξοδος λαθραία ἐν νυκτί 1. Ἐπεξόδους δὲ ποιούμενον λαθραίως ἐν νυκτὶ τοῖς προσκαθημένοις πολεμίοις τάδε προνοεῖν. πρῶτον μὲν φυλάξαι ὅπως μή τις ἐξαυτομολήσῃ: ἔπειτα φῶς ὑπαίθριον μηδὲν εἶναι, ἵνα μὴ ὁ ὑπὲρ τῆς πόλεως ἀὴρ πυρωδέστερος ὢν τοῦ ἄλλου ἐκφήνῃ τὸ μέλλον. 2. τούς τε τῶν κυνῶν ὑλαγμοὺς καὶ τῶν ἀλεκτρυόνων τὰς φωνὰς ἀφανίζειν ἄφωνα ποιοῦντα τόνδε τὸν καιρόν, ἐπικαύσαντά τι τοῦ σώματος: καὶ γὰρ αἱ τούτων φωναὶ πρὸ ὄρθρου φθεγγόμεναι ἐκφαίνουσι τὸ μέλλον. 3. ἐποιήσαντο δέ τινες καὶ τοιόνδε τεχνάσαντες. στασιασμοῦ προσποιητοῦ μετὰ προφάσεως εὐλόγου γενομένου παῤ αὐτοῖς, καιρὸν τηρήσαντες καὶ ἐπεξελθόντες ἐπέθεντο παῤ ἐλπίδα τοῖς πολεμίοις καὶ κατώρθωσαν. 4. ἤδη δέ τινες τειχήρεις ὄντες καὶ ὧδε ἔλαθον ἐπεξελθόντες. τὰς μὲν πύλας ἀπέδειμαν ὁρατῶς τοῖς πολεμίοις: ᾗ δὲ μάλιστα εὐεπιθέτως εἶχον οἱ ἐναντίοι, ταύτῃ κατεπέτασαν ἀκάτειον καὶ ἀνῆραν διὰ χρόνου τινός, ὥστε κατ̓ ἀρχὰς μὲν θαυμάσαι τοὺς πολεμίους, ὕστερον δὲ καὶ πολλάκις γιγνομένου ἀμέλειαν εἶχον. 5. οἱ δὲ ἐν τῇ πόλει ἐν νυκτὶ διελόντες τοῦ τείχους ὅσον ἤθελον, καὶ ἀντιδομὴν παρασκευασάμενοι κατεπέτασαν τὸ ἱστίον. τηρήσαντες δὲ καιρὸν ἐπεξελθόντες ἐπέθεντο παραδόξως τοῖς πολεμίοις: ποιοῦντες δὲ ταῦτα ἐφύλασσον μή τις αὐτομολήσῃ. διὸ δεῖ μηδὲν τῶν τοιούτων παρορᾶν. 6. Οὐ μὴν οὐδ̓ ἐν ταῖς νυξὶν ἀσκέπτως μετ̓ ὄχλου ἐκπορευτέον, οἷα καὶ ἐν τοῖς καιροῖς τῶν ἐπιβουλευόντων τινὲς τεχνάζουσιν, οἱ μὲν ἔσω τῆς πόλεως οἱ δὲ καὶ ἔξωθεν, προσάγεσθαι βουλόμενοι τοιοῖσδε ἀπατήμασι, πυρσεύσαντές τι ἢ ἐμπρήσαντες νεώριον ἢ γυμνάσιον ἢ ἱερὸν πάνδημον ἢ δἰ ὅπερ ἂν ἔξοδος γένοιτο πλήθους ἀνθρώπων καὶ οὐ τῶν τυχόντων. προνοοῦντα οὖν καὶ τὰ τοιαῦτα μὴ ἑτοίμως ἀποδέχεσθαι. 7. πρᾶξις δὲ καὶ ἥδ̓ ἐξοισθήσεται ἐξ ἀρχόντων. προετοιμάσαντες κατὰ τὴν χώραν θόρυβον γενέσθαι καὶ ἐκ τῶν ἀγρῶν εἰς τὴν πόλιν ἀγγελθῆναι κλωπῶν ἐπιβουλήν, δἰ ὅπερ ἔμελλον οἱ πολῖται σπεύσειν εἰς βοήθειαν, 8. γενομένου δὲ τούτου οἵ τε ἄρχοντες καὶ οἱ συνεθέλοντες τοὺς πολίτας παρεκάλουν εἰς βοήθειαν. ἐπειδὴ δ̓ ἠθροίσθη τὸ πλῆθος τῶν πολιτῶν πρὸς τὰς πύλας σὺν ὅπλοις, τοιόνδε ἐτεχνάσαντο. 9. προεῖπον οἱ ἄρχοντες τοῖς ἠθροισμένοις ὅτι τρία μέρη αὐτοὺς γενομένους δεῖ ἐνεδρεῦσαι μικρὸν ἀπωτέρω τῆς πόλεως, παραγγείλαντες ἃ προσῆκεν πρὸς τὰ μέλλοντα, τοῖς δὲ ἀκούουσιν ἦν ἀνύποπτα. 10. καὶ τοὺς μὲν ἐξαγαγόντες ἐκάθισαν εἰς χωρία ἐπιτήδεια ὡς ἐνεδρεύσοντας τοῖς ἐμβεβληκόσι πολεμίοις: αὐτοὶ δὲ λαβόντες σώματα αὐτοῖς συνίστορα τῆς πράξεως προεπορεύοντο ὡς κατασκεψόμενοί τε τὰ ἀγγελλόμενα καὶ προκινδυνεύσοντες τῶν ἄλλων, ἵνα δῆθεν προαγάγοιεν τοὺς πολεμίους εἰς τὰς ἐνέδρας ὡς ὑποφεύγοντες. 11. πορευθέντες δὲ εἰς τόπον ὅπου ἦν αὐτοῖς ξενικὸν προητοιμασμένον κρυφαίως κομισθέντες κατὰ θάλατταν, ἀναλαβόντες ἔφθασαν καὶ ἔλαθον εἰσαγαγόντες εἰς τὴν πόλιν κατ̓ ἄλλας ὁδούς, ὡς τοὺς ἐπεξελθόντας πολίτας πάλιν ἀπαγαγόντες: τὴν δὲ πόλιν καταλαβόντες τοῖς ξένοις τῶν ἐν ταῖς πόλιν καταλαβόντες τοῖς ξένοις τῶν ἐν ταῖς ἐνέδραις ὄντων τοὺς μὲν ἐφυγάδευον, τοὺς δὲ ἐδέχοντο. διὸ δεῖ πάντα τὰ τοιαῦτα ὑποπτεύειν καὶ μὴ ἀλογίστως νύκτωρ εἰς πολεμίους ἔξοδον πλήθους ποιεῖσθαι.
|
|
|
|
|
created 04/07/2017 - updated 04/07/2017
|