Aeneas Tacticus 20.

 

 

 

 

20. Κώλυμα τῶν περὶ μοχλοὺς καὶ βαλάνους κακουργημάτων

1. Εἰς δὲ τὸ τούτων μηδὲν κακουργεῖσθαι χρὴ, πρῶτον μὲν στρατηγὸν μὴ δεδειπνηκότα δἰ αὑτοῦ τὴν κλεῖσιν καὶ τὴν ἐπιμέλειαν ποιεῖσθαι, μηδὲ ἄλλῳ πιστεύειν ῥᾳθύμως διακείμενον: ἐν δὲ τοῖς ἐπικινδύνοις καὶ πάμπαν σύννουν δεῖ περὶ ταύτην εἶναι. 2. ἔπειτα τὸν μοχλὸν σεσιδηρῶσθαι διὰ μήκους τριχῇ ἢ τετραχῇ: ἄπριστος γὰρ ἔσται. ἔπειτα βαλάνους ἐμβάλλεσθαι τρεῖς μὴ ὁμοτρόπους, τούτων δὲ ἕκαστον φυλάττειν ἀνὰ μίαν τῶν στρατηγῶν: εἰ δὲ πλείονες εἴησαν, 3. πάλῳ καθ̓ ἡμέραν τοὺς λαχόντας. ἄριστον δὲ τὰς βαλάνους μὴ ἐξαιρετὰς εἶναι, ὑπὸ δὲ λοπίδος σιδηρᾶς κατέχεσθαι, ἵνα μὴ πλέον ἐξαιρομένη μετεωρίζηται τῷ καρκίνῳ ἢ ὥστε τὸν μοχλὸν ὑπωθεῖσθαι ἐπικλειομένων τῶν πυλῶν καὶ ἀνοιγομένων: τὸν δὲ καρκίνον ἐσκευάσθαι, ὅπως ὑπὸ τὴν λοπίδα καθίηται καὶ ῥᾳδίως τὴν βάλανον μετεωρίζῃ.
4. Ἀπολλωνιᾶται δὲ οἱ ἐν τῷ Πόντῳ παθόντες τι τῶν προγεγραμμένων κατεσκεύασαν τὰς πύλας κλείεσθαι ὑπὸ σφύρας τε μεγάλης καὶ κτύπου παμμεγέθους γιγνομένου, ὡς σχεδὸν κατὰ πᾶσαν τὴν πόλιν ἀκούεσθαι ὅταν κλείωνται ἢ ἀνοίγωνται αἱ πύλαι: οὕτω μεγάλα τε καὶ σεσιδηρωμένα ἦν τὰ κλεῖθρα. 5. τὸ δὲ αὐτὸ καὶ ἐν Αἰγίνῃ.
ὅταν δὲ αἱ πύλαι κλεισθῶσιν, τοῖς φύλαξι σύνθημα καὶ παρασύνθημα δόντας ἐπὶ τὰ φυλάκια διαπέμψαι.



Greek displayed in unicode using the extended character set. If the more complicated accents are not displayed properly, download the Gentium font (free, available here). Alternatively, you can display Greek as an image (button on the left, text will open in new window).

 

 

 

 

 

created 04/07/2017 - updated 04/07/2017